Add parallel Print Page Options

μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ [a]ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. τὸ δὲ καλὸν ποιοῦντες μὴ [b]ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. 10 ἄρα οὖν ὡς καιρὸν [c]ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7 ἐὰν WH NIV RP] ἂν Treg
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9 ἐγκακῶμεν WH Treg NIV] ἐκκακῶμεν RP
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10 ἔχομεν Treg NIV RP] ἔχωμεν WH